Ancient Greek
Book 1, lines 1.138-1.182
Oppian of Apamea, Κυνηγετικά 1.138-182
Not analysed yet
ἢ πάλιν ἑσπερίῃσιν ὅτʼ ἠέλιος ζυγὰ κλίνει,
ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς
βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·
οἱ δʼ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων
πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,
ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,
μηκάδας αὖτʼ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.
καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε
ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,
ἔντεά τʼ εὐθήροιο μέγα πνείοντα φόνοιο,
ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον
δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,
αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,
ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,
φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,
ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,
σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,
ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.
ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων
ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι
θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,
ἀλλʼ ὅτʼ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ
ἵππων ὠκυπόδων, ἀπὸ δʼ ἱππάδα τηλόσʼ ἐρύκειν,
ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,
καί τʼ ἀΐοντες ἄδην κρυερὴν φύζανδε νέωνται
νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.
ἵππων δʼ αἰόλα φῦλα, τόσʼ ἔθνεα μυρία φωτῶν,
ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·
ἀλλʼ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ
ὅσσοι θʼ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·
Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, Ἀχαιοί,
Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,
Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.
ἵππον δʼ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο
ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,
εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·
βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον
ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·
ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·
εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δʼ ἄρα κόρσης
ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·
ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·
εὐρεῖαι ῥῖνες, στόμα δʼ ἄρκιον, οὔατα βαιά·