Ancient Greek · ~7 min
Book 2, lines 2.138-2.186
Oppian of Apamea, Κυνηγετικά 2.138-186
Not analysed yet
οὐ τοίω γʼ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης
ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·
ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ
ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,
συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν ἄκραις·
τῇ δʼ αὖτʼ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο
ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης
σμερδαλέον μύκημα· πελώρια δʼ ἴαχον ἀκταὶ
δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·
γαῖα δʼ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,
κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.
πάντῃ δʼ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,
πάντῃ δʼ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς
Μεμνόνιον περὶ νηόν, ὅθʼ Ἀσσύριοι ναετῆρες
Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,
ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
θαρσαλέος πόσις ὦκα δαμάσσατο Δηϊδαμείης.
ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη
πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·
νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.
ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,
τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι
Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·
φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν
αὐχέσι πιαλέοισι καὶ ἀμφʼ ἀταλοῖσι γενείοις·
οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·
ὀξεῖαι κεράων δὲ πυριγλώχινες ἀκωκαὶ
χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·
ἀλλʼ, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι
νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,
ὕπτια δʼ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.
τοὔνεκεν, ὁππότε δή τινʼ ἐπιχρίμψωσι κιχόντες
ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.
γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,
οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·
γλώσσῃ δʼ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.
ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα
εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,
στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,
πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·
οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·
τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·
ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,
καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·
οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,
οὐδʼ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.