Ancient Greek · ~7 min
Book 2, lines 2.187-2.232
Oppian of Apamea, Κυνηγετικά 2.187-232
Not analysed yet
τρηχὺς δʼ αὖτʼ ἐλάφοισιν ἔρως πολλή τʼ Ἀφροδίτη
καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,
οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς
πᾶσίν τʼ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.
κεύθουσιν λαγόνεσσι δʼ ὑπʼ αὐτὴν ἔνδοθι νηδὺν
ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,
αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δʼ ἀπέρευσε καρήνων
ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
οὐ μὲν ἄρʼ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ
τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·
οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,
οὔτʼ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπʼ ἄνθεσι ποίης
θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,
ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·
φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·
ἀλλʼ οὐδʼ ὣς παρέπεισε· φέρουσα πόσιν δʼ ἐπὶ νώτου
ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·
αὐτὰρ ὅ γʼ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν
οὐ μεθίησι πόθον, γαμίους δʼ ἐτελέσσατο θεσμούς.
ἀλλʼ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις
θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,
οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.
ἔξοχα δʼ ἐν θήρεσσιν ἐπʼ ἀγλαΐῃ κομόωσιν
ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·
ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,
βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,
ὄφρα κε μή τις ἕλῃσιν ἐπʼ αὔλακος ἀντιβολήσας·
κεύθονται δʼ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,
αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,
γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.
ἀμφίβιοι δʼ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι
καὶ πόντον περόωσιν, ὁμόστολον ἀλλήλοισι
ναυτιλίην πλώοντες, ὅτʼ ἐξανύουσι θάλασσαν·
πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,
οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·
τῷ δʼ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε
δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·
ἄλλος δʼ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.
ἀλλʼ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι,
στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,
παύσατο δʼ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·
ἄλλος δʼ αὖτʼ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·
πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,
ὕψι δʼ ἀνίσχονται κεράων πολυήρατον εἶδος,
οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.