Ancient Greek · ~7 min
Book 2, lines 2.281-2.325
Oppian of Apamea, Κυνηγετικά 2.281-325
Not analysed yet
ἄλλα δʼ ἐνὶ πλευρῇς θλίβει πάλιν ἡμιδάϊκτα·
καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,
ῥινῷ δʼ ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.
αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,
πάντῃ μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον·
κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας
φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης·
αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν
ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,
ὠτειλαὶ δʼ ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.
ζώει δʼ αὖτʼ ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲ
ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.
ἄλλους δʼ αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας·
πάντʼ ἔλαφοι τελέθουσι, φύσιν κεράων δʼ ἐφύπερθεν,
οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι.
τοὺς δʼ ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους·
κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δʼ ἐπὶ νώτῳ
στικτὸν ἅπαντα φέρουσι παναίολον, οἶά τε θηρῶν
πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.
Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,
μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγʼ ἀρείων·
ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·
καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν
ἀκρέμονες προτενεῖς, ὑψοῦ δʼ αὖθις ποτὶ νῶτον
ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.
ἔξοχα δʼ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει
ἠθαλέας τʼ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·
εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν
ἀγρευτῆρες ἄγοιεν ἐπʼ ἄλλους αὐτίκα χώρους,
τηλόθι δʼ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν,
ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,
οὐδʼ ἔτλη ξεῖνός τις ἐπʼ ἀλλοδαποῖσιν ἀλᾶσθαι.
οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,
καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.
ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα
μορφήν τʼ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.
πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,
δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,
ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,
εὐνάς τʼ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.
ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς
καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες
κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,
πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,
ἔμπαλι δʼ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.