Ancient Greek · ~8 min
Book 2, lines 2.233-2.280
Oppian of Apamea, Κυνηγετικά 2.233-280
Not analysed yet
ἔχθος δʼ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι
πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δʼ ἐρεείνει
οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.
ἀλλʼ ὅτʼ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν
ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει
ἆσσον φωλειοῦ, ῥῖνας δʼ ἐπεθήκατο χειῇ,
πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν
ἑρπετὸν οὐλόμενον· τὸν δʼ οὐκ ἐθέλοντα μάχεσθαι
ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·
αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θʼ ὑψόσʼ ἀείρει
λευγαλέην δειρήν· λευκοὺς δʼ ὑπέσηρεν ὀδόντας,
ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον
πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.
αὐτίκα δʼ αὖτʼ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,
δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,
καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν
ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται
λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι.
καί κε τάχʼ οἰκτείρειας ἀπηνέα περ μάλʼ ἐόντα
ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.
ἱπποβότου Λιβύης δʼ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται
ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·
ἀλλʼ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις
οἶος ἔῃ, τῷδʼ αὐτίκʼ ἐπέσσυτο πάντοθεν ἐχθρὸς
ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες
ἰοτόκοι· ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,
ἅψεα πάντʼ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·
οἱ μὲν γάρ τʼ, ἐφύπερθεν ἐπιστρέψαντε κάρηνον,
ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,
οἱ δʼ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε
καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,
ἄλλοι δʼ αὖθʼ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,
μηροὺς δʼ αὖθʼ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,
ἄλλος δʼ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.
αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι
πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,
ἀλλʼ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος
αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.
δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπʼ ἀνάγκης,
δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα
βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δʼ ἑκάτερθεν
οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.
κεῖνοι δʼ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,
ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο·
καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεοσι
καὶ χηλῇσιν ὄλεσσε, ῥέει δʼ ἐπὶ γαῖαν ἀτέρμων
ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν
ἅψεά θʼ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·