Ancient Greek · ~7 min
Book 2, lines 2.462-2.508
Oppian of Apamea, Κυνηγετικά 2.462-508
Not analysed yet
πολλάκι δʼ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ
θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.
ὁππότε δʼ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,
ἢ σῦν χαυλιόδοντʼ ἢ καρχαρόδοντα λέοντα
ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκʼ ἄρʼ αἴῃ
νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει
τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα
ἐσσύμενον μίμνει, τὸν δʼ ὤλεσε πρῶτος ἐναίρων.
δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,
τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·
αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, κατὰ δʼ ἄσχετον ἰθὺς ὀρούει,
ὀξέσι πεφρικώς συνερειδόμενος σκολόπεσσιν.
ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,
Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,
αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,
εὖ διαβὰς μίμνῃ, τὸν δʼ ἄγρια θυμαίνοντα
δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·
ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,
αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας·
ῥεῖα γὰρ έν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·
πολλόν δʼ αἷμα κελαινὸν ἀπʼ ὠτειλῶν ἑκάτερθεν
ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·
οὐδὲ μὲν ἐκφυγέειν οὐδʼ ἱεμένοισι πάρεστιν·
ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.
καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,
ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,
ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.
ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·
κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,
εἴκελα χαυλιόδουσιν ἐπʼ οὐρανὸν ἀντέλλοντα,
ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας
πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.
σήματα δʼ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·
θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν
ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·
εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.
κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι
ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν
ἐκ μεγάλου μεγάλαι, φηρῶν ἅτε· νέρθε δʼ ἔπειτα
κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν
ἐς γένυν ὠθεῦνται· γενύων δʼ ἀπογυμνωθεῖσαι
ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.
ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·
πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,
οὐδέ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·