Ancient Greek
Book 2, lines 2.509-2.550
Oppian of Apamea, Κυνηγετικά 2.509-550
Not analysed yet
τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἤν ἐθέλῃσιν
εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,
ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων
τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·
ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,
γνάμπτειν εὐρύνειν τʼ ἐλεφαντοτόμοις ὑποείκει.
θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης
ἄλλος θὴρ φορέει· φαίης κεν ἰδών ἐλέφαντα
ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν
χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.
ἴφθιμον δὲ κάρηνον ἐπʼ οὔασι βαιοτέροισι,
κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι
μείονες ἢ κατʼ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.
τῶν δʼ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,
λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.
κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι
ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·
ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.
ῥινὸς δʼ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,
ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλʼ οὐδὲ κραταιὸς
θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.
θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην
ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τʼ ἐνηής.
ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις
καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα
φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,
ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·
ὁππότε δʼ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,
λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·
ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ
καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.
φήμη δʼ ὡς ἐλέφαντες ἐπʼ ἀλλήλοις λαλέουσι,
φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·
ἀλλʼ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,
κεῖνοι δʼ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.
θαῦμα δὲ καὶ τόδʼ ἄκουσα, κραταιοτάτους ἐλέφαντας
μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ
γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.
οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι
κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,
ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν
φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.