Ancient Greek · ~5 min
Book 2, lines 2.596-2.628
Oppian of Apamea, Κυνηγετικά 2.596-628
Not analysed yet
τοῖον ἐπʼ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει
χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.
οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου
μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν
ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·
οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,
τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·
οἱ δʼ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδʼ ἑκάτερθεν
ὀξέα πεφρίκασιν ἀρειστέρῃσιν ἀκωκαῖς.
λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·
τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,
ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;
κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες
οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,
ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δʼ ἐχθαίρουσι χόλοισιν·
αὐταῖς δʼ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε τοκήων.
οὐ μὲν θὴν οὐδʼ ἀσπαλάκων αὐτόχθονα φῦλα
ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
εἰ καὶ βάξις ἄπιστος ἐπʼ ἀνθρώπους ἐπέρησεν
ἀσπάλακας βασιλῆος ἀφʼ αἵματος εὐχετάασθαι
Φινέος, ὅν ῥʼ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·
Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δʼ ἔπεμψεν
ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.
ἀλλʼ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον
Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες
παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,
οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.
ἀλλʼ οὐδʼ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα
ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·
τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.