Ancient Greek · ~7 min
Book 3, lines 3.1-3.47
Oppian of Apamea, Κυνηγετικά 3.1-47
Not analysed yet
ἀλλʼ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,
ταύρους ἠδʼ ἐλάφους ἠδʼ εὐρυκέρωτας ἀγαυοὺς
καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς
ἄλλα θʼ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,
νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον
σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.
πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.
Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο
νηπιάχου Κουρῆτες, ὅτʼ ἀρτίγονόν μιν ἐόντα
ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο
κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.
Οὐρανίδης δʼ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα
πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς
καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.
οἱ δʼ ἄρʼ, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν
ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,
δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι
θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα
Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.
αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.
τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο,
Τίρει ἐπʼ εὐρυρέοντι, κυήσατο τοξεύτειρα
Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,
ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.
πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην,
ὄμματα δʼ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,
ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δʼ ἄρα δειρῆς
καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.
τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,
τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι,
δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα
καὶ πυρὸς ἀστράπτουσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,
ἔξοχα δʼ ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν·
ἀλλʼ ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.
πουλὺς δʼ ἐν Λιβύῃ ἐριβώλακι διψάδι γαίῃ
ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων,
οὐκέτι λαχνήεις, ὀλίγη δʼ ἐπιδέδρομεν αἴγλη·
σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις
ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·
ἀλκὴ δʼ ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων
κοιρανικῶν Λίβυες μέγα κοιρανέουσι λέοντες.
ἐκ δέ ποτʼ Αἰθιόπων Λιβύην ἠμείψατο γαῖαν,
θαῦμα μέγʼ εἰσιδέειν, μελανόχροος ἠΰκομος λῖς,
εὐρὺς ὕπερθε κάρηνα, πόδας δασύς, ὄμμασιν αἶθοψ,
μούνοισι ξανθοῖς φοινισσόμενος στομάτεσσιν.
ἔδρακον, οὐ πυθόμην, κεῖνόν ποτε θῆρα δαφοινόν,
κοιρανικοῖς τʼ ἔμολεν διαπόμπιμος ὀφθαλμοῖσιν.