Ancient Greek · ~7 min
Book 3, lines 3.134-3.179
Oppian of Apamea, Κυνηγετικά 3.134-179
Not analysed yet
οὐδέ ποτʼ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης
οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,
οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,
οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,
σπεύδουσιν δʼ ἢ πρόσθε θανεῖν ἦ τέκνα σαῶσαι.
ἄρκτοι δʼ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,
λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,
μορφὴν δʼ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·
κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,
ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,
χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,
σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,
καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·
ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος
αὐταὶ θηλύτεραι μάλʼ ἐπʼ ἄρσεσιν ὁρμαίνουσι,
παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,
τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.
οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,
ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον,
νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν.
ἄρκτος δʼ ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον
χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι·
πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ,
νηδὺν ἐξέθλιψε, βιάσσατο τʼ Εἰλειθυίας.
τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.
τίκτει δʼ ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,
σάρκα δʼ ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι,
ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν·
ἀρτιτόκος δʼ ἔτʼ ἐοῦσα μετʼ ἄρσενος εὐθὺς ἰαύει.
λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι
λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι
τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς·
οὐδʼ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·
θυμὸν δʼ ἑσπομένοιο συνιαίνουσι νομῆος.
ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,
εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.
ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν
καὶ λασίη περ ἐοῦσα· χιὼν δʼ ὅτε πάντα παλύνει,
ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,
κεύθετʼ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ,
καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,
οἷά τʼ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν.
τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης
πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,
χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν
κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·