Ancient Greek · ~7 min
Book 3, lines 3.93-3.133
Oppian of Apamea, Κυνηγετικά 3.93-133
Not analysed yet
μούνη δʼ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·
μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,
μείζοσι δὲ κροκόεν τε θεείῳ τʼ εἴκελον ἄνθος.
ἔξοχα δʼ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην
εὔγληνοι λύγγες τε πυρίγληνοί τε λέοντες
πορδάλιές τʼ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.
τῶν δʼ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι
λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,
αἱ δʼ ἄρʼ ἔπειτʼ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν
ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,
μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δʼ ἄρα τηλοῦ
κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης
περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ
πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.
ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης
φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδʼ ἄρα μούνοις
ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,
ἀλλὰ καὶ ἑρπηστῆρσι καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς
θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν
οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.
οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς
αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.
πῶς δʼ ἄρʼ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν
ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι
αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.
πῶς δʼ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,
ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,
κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα
ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,
αὐχένα δʼ ὑψόσʼ ἄειρεν ἐς ἠέρα γυρώσασα
καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις
καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δʼ ἄρα δειλοὶ
τεῖχος ὑπʼ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·
ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,
εἰρυμένη φίλα τέκνα, τά τʼ εἰσέτι νήπια φέρβει,
ἄπτερα λυσιτόκων θαλάμων ἀπολύμενα δεσμοῦ.
ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι
πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωντοι
παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται
καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,
ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·