Ancient Greek · ~7 min
Book 3, lines 3.225-3.269
Oppian of Apamea, Κυνηγετικά 3.225-269
Not analysed yet
παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι,
παῖδα τεὸν γενύεσσι τεῇς οὐκ ἄρσενα θήσεις;
ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας;
παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.
δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,
καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος.
δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,
καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,
ἀλλʼ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος.
τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα
μυθεῖσθαι φαίη· τὸν δʼ οὐκ ἀλέγοντα δαφοινοῖς
δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.
Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.
κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι
θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,
δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ.
οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,
οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,
ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.
κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν
αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,
Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,
Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην
Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.
ἀλλʼ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν
θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.
ἔστι δʼ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων
ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι
δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,
χηλὴν δʼ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·
χαίτη δʼ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα
οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην
δουλοσύνην ἔτλη ποθʼ ὑπερφίαλον γένος αἰνόν·
ἀλλʼ εἰ καί ποθʼ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν
ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,
οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι
οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.
φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,
μηλοφόνον τε λύκον δυσδερκέα τʼ αὖθις ὕαιναν,
τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,
τὴν δʼ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·
τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν
ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,
τὴν δʼ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν
οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετʼ ἠῶ.