Ancient Greek · ~7 min
Book 3, lines 3.270-3.313
Oppian of Apamea, Κυνηγετικά 3.270-313
Not analysed yet
εἴδεα δʼ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·
τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο
μείζοσι ποιμενικοῖς, λασίη δʼ ἐπιέσπεται οὐρή·
ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ
λαχνήεσσα κυρεῖ, κατὰ δʼ ἔγραπται δέμας αἰνὸν
κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι·
στεινὴ τʼ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·
ῥινὸν δʼ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ
ῥιγεδανόν· τῆς μέν τε διατμήξας περὶ ποσσὶν
εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,
καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις
ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.
εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο
τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,
μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν
καὶ μοῦνον παταγεῖ, τὰ δʼ ἐΰθροα πρόσθεν ἐόντα
τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.
καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.
θαῦμα δὲ καὶ τόδʼ ἄκουσα περὶ στικτῇσιν ὑαίναις,
ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,
καί ῥʼ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,
νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δʼ αὖθις ὁρᾶσθαι
θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.
ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,
εἴδεα δʼ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο
φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.
πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·
ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα
καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·
γαστέρα δʼ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·
σμερδαλέον δʼ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,
αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.
ἄλλος δʼ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δʼ αὖτε
μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·
τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.
πολλῷ σὺν ῥοίζῳ δὲ μάλʼ ὄρθριος εἶσιν ἐπʼ ἄγρην
πρώτῃ ὑπʼ ἀμφιλύκῃ· ῥέα γάρ τʼ ἐπιδεύετʼ ἐδωδῆς·
χροιὴ δʼ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,
ναίει δʼ οὔρεα μακρά· τὰ δʼ ὁππότε χείματος ὥρῃ
ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,
δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων,
πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκʼ ἐδωδῆς,
λάθρη τʼ ἐμπελάει μάλα τʼ ἤρεμος, εἰσόκεν ἄγρῃ
ἐγχρίμψῃ· τὴν δʼ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.