Ancient Greek · ~7 min
Book 3, lines 3.314-3.358
Oppian of Apamea, Κυνηγετικά 3.314-358
Not analysed yet
ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας
ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ,
καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι
χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,
οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,
χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.
πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν
ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.
καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·
αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης
ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης
ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ.
Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,
εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς
καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.
τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ
παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν·
ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.
αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται,
μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.
θηρεύει δʼ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·
πᾶσαί τʼ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι.
Δηθάκι δʼ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς
εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,
θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,
μητέρα μὲν ῥινοῖσι, προσώποις δʼ αὖ γενετῆρα.
Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν,
τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα
ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.
τόσσον δʼ ἐν θήρεσσι μέγʼ ἔξοχος ἔπλετο τίγρις,
ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.
πάντα μιν ἀθρήσειας ὀρέσβιον οἶα λέαιναν,
νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,
δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.
τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ
μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,
καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή·
τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε
νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.
ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·
αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·
οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο,
θῆρες ὅτι δμηθεῖεν ὑπʼ ἠέρι νυμφευτῆρι;
ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον
θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·