Ancient Greek · ~7 min
Book 3, lines 3.402-3.448
Oppian of Apamea, Κυνηγετικά 3.402-448
Not analysed yet
δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης
αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.
τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,
οὔτι κύνας μεθιᾶσι, δόλον δʼ ἐπετεκτήναντο,
τὸν μετέπειτʼ ἐρέω, θηρῶν φόνον ὁππότʼ ἀείδω.
ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως
μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς
ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.
ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα,
ἑρπηστῆραςὄφεις καὶ ἀργαλέους κροκοδείλους,
κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις
θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας
χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,
δή ῥα τότʼ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων
λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,
εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·
αἶψα δʼ ἄρʼ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς
ῥίμφʼ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο
τολμηρῇ κραδίῃ, διὰ δʼ εὐρέος ἤλυθε λαιμοῦ.
αὐτὰρ ὅ γʼ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,
καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,
πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,
ἄλλοτε μὲν ποτὶ τέρματʼ ἰὼν μυχάτου ποταμοῖο,
ἄλλοτε δʼ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον,
ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφʼ ὀδύνῃσιν.
αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, γλυκερῇ δʼ ἐπιτέρπετʼ ἐδωδῇ·
ἥπατι δʼ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·
ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.
ἰχνεῦμον μέγα θαῦμα, μεγασθενές, αἰολόβουλε,
ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,
ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.
ἀσπίδα δʼ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.
πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,
νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων·
οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,
ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,
ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.
τὴν δʼ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,
ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν.
ἀσπὶς δʼ ἰοφόρον πέλας ἀντήειρε κάρηνον,
στήθεά τʼ εὔρυνε, στυφελόν θʼ ὑπέσηρεν ὀδόντα,
μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέῃσιν.
ἀλλʼ οὐκ ἰχνεύμων τότʼ ἀρήϊος ἐν ψαμάθοισι
δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν,
δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε,
καὶ νέκυν αὐτίκʼ ἔθηκʼ ἀποφώλιον ἐκπτύουσαν
πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν.