Ancient Greek · ~8 min
Book 3, lines 3.449-3.499
Oppian of Apamea, Κυνηγετικά 3.449-499
Not analysed yet
ναὶ μὴν αἰολόβουλος ἐπʼ ἀγραύλοισι μάλιστα
θηρσὶ πέλει κερδώ, μάλʼ ἀρήϊος ἐν πραπίδεσσι·
καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν,
ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς
τηλόθʼ ἀπʼ ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες
ἀμφὶ θύρῃ λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·
ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι
θηρσί τʼ ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν.
εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει,
γυμναὶ δʼ ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται,
δὴ τότε καὶ θηρᾶν πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,
οἰωνούς τε δόλοισιν ἑλεῖν καί τέκνα λαγωῶν.
ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,
μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,
πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.
Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσʼ εἴδεα νῶϊ φύτευσας,
ὅσσα βροτῖσιν ὄπασσας, ὅσʼ εἰναλίοις νεπόδεσσιν.
ὅς τόδʼ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,
ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι
φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.
δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,
ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,
κώλων δʼ οὐκ ἴσα μέτρα, πόδες τʼ οὐ πάμπαν ὁμοῖοι,
ἀλλʼ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ
πολλὸν ὀλιζότεροι, κατά τʼ ὀκλάζουσιν ὁμοῖοι.
ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,
οὔ τι κέρας κερόεν, παρὰ δʼ οὔατα μεσσόθι κόρσης
ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·
ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε
ἐντὸς ἐρηρέδαται γαλακόχροες ἀμφὶς ὀδόντες·
αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.
οὐρὴ δʼ αὖτʼ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,
ἄκραισιν μετόπισθε μελαινομένῃσιν ἐθείραις.
ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν
ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον·
τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι
καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί,
οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης.
οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός,
οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν.
ἀλλʼ ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.
τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε
νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον·
καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις,
ὁπποῖον θαμινῇσιν ἀρηράμενοι φολίδεσσι
σκληρῇς ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δʼ ἀείρει
βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν
κυανέην· κείνῃσι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν
ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις,
ἀλλʼ ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι
αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.