Ancient Greek
Book 4, lines 4.269-4.313
Oppian of Apamea, Κυνηγετικά 4.269-313
Not analysed yet
πρῶτος ποιμένιον ἱδρύσατο, πρῶτος ἐκεῖνος
καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης,
καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους
ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας.
ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπʼ ἄντρῳ
Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,
σὺν Δρυάσιν δʼ ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις
Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν.
ἤδη κουρίζων δʼ ἑτέραις μετὰ παισὶν ἄθυρε·
νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας,
αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.
ἄλλοτε δʼ ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι
καὶ μελεϊστὶ τάμεν νέκυας δʼ ἔρριψεν ἔραζε,
αὖτις δʼ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,
οἱ δʼ ἄφαρ ἔζωον χλοεροῦ θʼ ἅπτοντο νομοῖο.
ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν
γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου.
πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·
ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι
πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος
Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,
καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι,
οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,
οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·
σύρειν δʼ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,
σύρειν τε κλείειν τε, χορόν τʼ ἐλάασκε γυναικῶν.
οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες
δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι
ἄλλοι Καδμεῖοί τε· θεοῦ δʼ οὐχ ἅπτετο δεσμά·
παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δʼ ἔραζε
ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·
πάσαις δʼ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί·
αἶψα δʼ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,
ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δʼ ἐλέλιξον
γαῖαν, ἀταρτηροῦ δʼ ὄπασον τίσιν ὦκα τυράννου·
θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,
ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας
ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,
ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.
ὣς φάσαν εὐχόμεναι· τάχα δʼ ἔκλυε Νύσιος ἀρῆς.
Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,
αὐχένα τʼ ᾐώρησε, κέρας τʼ ἀνέτειλε μετώπου·
ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,
καὶ γένυας θώρηξε, κατέγραψεν δʼ ἐπὶ νώτου
ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.