Ancient Greek · ~7 min
Book 4, lines 4.314-4.358
Oppian of Apamea, Κυνηγετικά 4.314-358
Not analysed yet
αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν
πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο.
τοιάδʼ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·
ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,
ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,
μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.
Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις
θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.
πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,
ἥ τʼ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον
ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,
οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλʼ αἰνῶς
βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·
ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετʼ ἠὼ
πιόμενον· τοὶ δʼ αἶψα κατὰ κνέφας ὁρμηθέντες
ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας
οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι
θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·
ὕδατι δʼ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες
πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,
προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν
ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται
εὑρέμεν οὔτε λίθων οὔτʼ ἠϋκόμων ἀπὸ δένδρων·
πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.
τὰς δʼ ἄρα σειριόεντος ὑπʼ ἠελίοιο τυπείσας
ἀμφότερον δίψη τε φίλη τʼ ἐκάλεσσεν ἀϋτμή·
πίδακι δʼ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν
λάπτουσιν Διόνυσον, ἐπʼ ἀλλήλῃσι δὲ πᾶσαι
σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,
εἶτα δέμας βαρύθουσι, προσώπατα δʼ ἐς χθόνα δῖαν
ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας
κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην.
ὡς δʼ ὁπότʼ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων
ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,
λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον
ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,
ὀψὲ δʼ ἐλώφησαν· τοὺς δʼ ἔρριφεν ἄλλον ἐπʼ ἄλλῳ
καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·
ὣς κεῖναι μάλα θῆρες ἐπʼ ἀλλήλῃσι χυθεῖσαι
νόσφι πόνου κρατεροῖσιν ὑπʼ ἀγρευτῆρσι γένοντο.
Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην
Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον.
πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,
ἴδριες αὐτολύτοις σὺν ἐϋρίνεσσι κύνεσσιν,
ἴχνια μαστεύσοντʼ ὀλοῶν πουλύπλανα θηρῶν.