Ancient Greek
Book 4, lines 4.42-4.87
Oppian of Apamea, Κυνηγετικά 4.42-87
Not analysed yet
ξυνὰ δέ θʼ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.
ξυνὰ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·
ξυνὰ δέ τʼ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα
ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δʼ αὖτε
καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·
ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν
φέρβοντʼ, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν
ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,
πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.
τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων
ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τʼ ἐλόωσιν
ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.
ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι
θῆρας ἀρειοτέρους, τοί τʼ ἀνδράσιν ἶφι μάχονται.
ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,
καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.
οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες
ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,
ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι
πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·
ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας
παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,
ὄφρα λινοστατέωσι βοηλατέωσί τε πάντῃ
αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν
ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο
ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,
ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται
αὐτοῖς ἄντα βροτοῖσι, πόνον δʼ ἅλιον θέσαν ἄγρης.
τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας
θηροφόνοι, στάλικάς τε λινοστασίην τʼ ἐφέποιεν
ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δʼ ἐλάοιεν
ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·
ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·
Εὔρου δʼ ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις·
κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν.
ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην
ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ.
χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,
ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς
ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων·
θηρὸς δʼ αὖ μετέπειτα πελώριον ὠπήσαντο
ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς
λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.
ἔνθʼ ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν,
εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ
κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον·