Ancient Greek · ~7 min
Book 4, lines 4.1-4.41
Oppian of Apamea, Κυνηγετικά 4.1-41
Not analysed yet
εἴδεα μὲν τόσα θηρσί, τόσαι δʼ ἀνὰ δάσκιον ὕλην
νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται
ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.
τλησιπόνων δʼ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,
ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν
κέρδεά τʼ αἰολόβουλα πολυφράστοις τε δόλοισι
φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα
μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ
καὶ φρένας οὐδʼ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.
ἤθεα πολλὰ πέλει κλειτῆς πολυαρκέος ἄγρης,
ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,
μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν
εἰπέμεναι κατὰ μοῖραν ὑπʼ εὐκελάδοισιν ἀοιδαῖς;
τίς δʼ ἂν πάντʼ ἐσίδοι; τίς δʼ ἄν τόσον ὠπήσαιτο
θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθʼ ὁρόωσιν.
αὐτὰρ ἐγὼν ἐρέω τά τʼ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,
θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,
ὅσσα τʼ ἀπʼ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,
αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,
ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ
ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,
εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,
ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα
θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.
θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,
ἀλλὰ δέμας βαιοί· τοὶ δʼ ἔμπαλιν ἀλκήεντες,
βουλὴν δʼ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δʼ ἄρʼ ὁμαρτῇ
καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλουσʼ ἀμενηνοί,
ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,
βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.
γιγνώσκουσι δʼ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,
ἔνθʼ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.
οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·
οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·
οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·
πόρδαλις οἶδʼ ὀλοὴ παλαμάων λοίγιον ἰόν,
καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου,
καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων.
ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖς
μουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε,
κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·