Ancient Greek · ~7 min
Book 1, lines 1.1-1.44
Oppian, Ἁλιευτικά 1.1-44
Not analysed yet
ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας
παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,
ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·
ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θʼ ἕκαστα
ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας
καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας
καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης
κερδαλέης, ὅσα φῶτες ἐπʼ ἰχθύσι μητίσαντο
ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν
τολμηρῇ κραδίῃ, κατὰ δʼ ἔδρακον οὐκ ἐπίοπτα
βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο
δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον
θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει
ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·
ἄμφω δʼ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ
μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες
κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας
εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.
οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη
φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ
λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης
αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφιν
ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν
ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις
ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.
τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.
τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·
οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·
δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες
πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·