Ancient Greek · ~7 min
Book 1, lines 1.45-1.87
Oppian, Ἁλιευτικά 1.45-87
Not analysed yet
οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων
ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης
κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·
οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης
ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·
θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ
χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.
οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα
τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.
νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,
αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος
ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα
χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·
ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα
φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης
σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.
αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις
ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ
ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος
οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·
πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι
παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων
εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα
αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης
δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα
εἰπέμεν αἰνήσαιτε· σὺ δʼ ἰθύνειας ἕκαστα,
πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος
θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.
μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου
ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι
ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·
ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα
ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)
κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο
θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.