Ancient Greek
Book 1, lines 1.445-1.489
Oppian, Ἁλιευτικά 1.445-489
Not analysed yet
οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.
χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου
ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων
ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι
ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις
εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις
πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα
ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
χείματος εὐδιόωσα γαληναίη τε γένηται
ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι
πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,
ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης
ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους
ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.
εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς
γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται
ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,
φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;
στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι
ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν
ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες
δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·