Ancient Greek
Book 1, lines 1.404-1.444
Oppian, Ἁλιευτικά 1.404-444
Not analysed yet
ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.
φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,
πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ
ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ
καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,
πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ
ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας
ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ
ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν.
τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις
ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν
ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ
μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες
ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.
ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες
τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·
οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.
ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι
τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν
εἰσοράαν, ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·
αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,
ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι
ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.
αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι
κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.
τῶν δʼ οἱ μὲν μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,
πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι
κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων
μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·