Ancient Greek · ~8 min
Book 1, lines 1.534-1.579
Oppian, Ἁλιευτικά 1.534-579
Not analysed yet
εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,
πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,
αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·
πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,
καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι
ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·
τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.
τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.
ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα
ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις
ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι
βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.
τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον
πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ
αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.
ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ
πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.
ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ
μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς
πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων
ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,
ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.
στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε
κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ
ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.
ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·
ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε
συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες
ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον
ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.
ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,
ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,
αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν
λευγαλέοιο λάβῃσιν ἀνωϊστου θανάτοιο,
αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,
ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.