Ancient Greek
Book 1, lines 1.580-1.623
Oppian, Ἁλιευτικά 1.580-623
Not analysed yet
δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται
μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·
οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω
κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.
τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.
ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,
καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,
τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.
καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην
οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·
τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·
σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·
πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·
οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,
ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.
Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο
ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι
εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·
πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται
Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.
κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης
κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν
ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·
ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ
πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες
ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν·
ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα
ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι
δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν
ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·
παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ
κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.
τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ
ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.
στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος
εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος
πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.
Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι
ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου
στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.
ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων
ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,
Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι
Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·