Ancient Greek · ~7 min
Book 2, lines 2.181-2.220
Oppian, Ἁλιευτικά 2.181-220
Not analysed yet
τῷ δʼ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες
εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπʼ ὄστρεα μῆτις ὀπηδεῖ·
ἀλλʼ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδʼ ἐπίκουρον
κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι
πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.
ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς
πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις
οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,
ἀλλʼ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην
καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·
τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλʼ ὅτε κόχλου
ἰχθὺς ἔνδον ἵκηται, ὁ δʼ οὐ φρονέουσαν ἀμύξας
δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δʼ ὀδύνῃσιν
ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην
αὑτῇ τʼ ἠδʼ ἑτάρῳ, ξυνόν θʼ ἅμα δεῖπνον ἕλοντο.
ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι
τοὶ μὲν κερδαλέοι, τοὶ δʼ ἄφρονες, οἷα καὶ ἡμῖν
ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.
φράζεο δʼ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην
ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.
τοῦ δʼ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν
ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·
αἰεὶ δʼ ἐν ψαμάθοισι πανημέριος τετάνυσται
εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδʼ ἀλάληται·
τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη
γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς
ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλʼ ἀτέλεστον
λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·
οὐδέ ποτʼ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,
εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,
αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος
πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.
σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·
εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο
χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ
λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.
κλῦτε, γοναὶ μερόπων, οἶον τέλος ἀφραδίῃσι
λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·
τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι
καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·