Ancient Greek · ~8 min
Book 2, lines 2.134-2.180
Oppian, Ἁλιευτικά 2.134-180
Not analysed yet
εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,
αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην
ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης
ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης
νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,
εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·
ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.
ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,
εὐρύτατος πάντεσσι μετʼ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος
πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τʼ ἐτύχθη·
οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,
μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες
βαιοί τʼ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,
ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·
δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δʼ αὐτῷ
ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.
εὖτέ τινʼ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα
ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης
μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς
νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,
ἄτροπος ἀμφιταθείς, σὺν δʼ ἔρχεται, ᾗ κεν ἴῃσι
δειλὸς ἀνήρ, μίμνοντι δʼ ἐφίσταται ἠΰτε πῶμα.
ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν
ἔστησεν· τὸν δʼ οὔτι πάγης λόχον ὁρμαίνοντα
γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε
κοῖλον ἐπεσμαράγησεν, ὁ δʼ οὐκέτι πολλὰ μενοινῶν
ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος
μάρψῃ τε κτείνῃ τε, γέλων δʼ ἐπιθήσεται ἄγρῃ·
ὣς ὅ γʼ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς
πέπτατʼ ἐρητύων ἀναδύμεναι, εἰσόκʼ ἀϋτμὴ
φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·
ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς
δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.
καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας
καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης
κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.
ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων
ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα
πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·
καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,
λάθρη δʼ ἐμπελάει, μέσσῳ δʼ ἐνεθήκατο λᾶαν
ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει
δαῖτα φίλην· τὸ δʼ ἄρʼ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι
ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλʼ ὑπʼ ἀνάγκης
οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.