Ancient Greek · ~7 min
Book 2, lines 2.266-2.307
Oppian, Ἁλιευτικά 2.266-307
Not analysed yet
αἶψα δέ μιν κατέμαρψε γένυν τʼ ἐνέρεισε δαφοινήν·
πούλυπος αὖτʼ ἀέκων ὀλοῆς ὑπὸ μάρνατʼ ἀνάγκης,
ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας
παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι
τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν
ἀμφιβαλών· ἀλλʼ οὔτι κακῶν ἄκος οὔτʼ ἀλεωρή·
ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν
ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·
αὐτὰρ ὅ γʼ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν
οὐρήν τʼ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δʼ αὖτε
ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.
ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες
δηρὸν ἐπʼ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,
ἤδη δʼ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς
χεύεται ἀμφοτέροισι· τὰ δʼ αἰόλα κέρδεα τέχνης
πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·
ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον
πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.
ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,
ἄλλα δʼ ἔτʼ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,
ἄλλα δέ τʼ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,
εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.
ὡς δʼ ὅτʼ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,
χειὴν δʼ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω
δάπτει τʼ ἐμμενέως· ὁ δʼ ἐλίσσεται ἀμφί τε γοῦνα,
δειρήν τε στέρνον τε· τὰ δʼ ἡμίβρωτα κέχυνται
ἅψεα, πολλὰ δʼ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·
ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα
δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε
πετραίης· εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην
πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,
ἀλλʼ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη
φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.
ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,
ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέξεται, ἡ δέ οἱ ἄγχι
ἠΰτʼ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης
μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·
τί πτώσσεις δολομῆτα; τίνʼ ἔλπεαι ἠπεροπεύειν;
ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω
δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.