Ancient Greek · ~7 min
Book 2, lines 2.308-2.353
Oppian, Ἁλιευτικά 2.308-353
Not analysed yet
αὐτίκα δʼ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,
χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γʼ οὔτι,
οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδʼ ἀνίησιν,
ἀλλʼ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ
λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.
ὡς δʼ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,
ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,
κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα
γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας
πλέγδην οὐκ ἀνίησιν ἀπʼ αὐχένος, οὐδέ ἑ μήτηρ
κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·
ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο
λισσάδι μυδαλέῃ περιφύεται, οὐδʼ ἀνίησι.
Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλʼ ἐοῦσαν
ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.
ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει
ὀτραλέη μύραινα· δύω δʼ ἀνὰ κέντρα τιτήνας
δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,
ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν
ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς
ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων
ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κʼ ἐθέλῃσιν
ἀντιάαν· τάχα δʼ ἄλλον ἀριστήων ὀροθύνει·
ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδʼ ἐπὶ μῶλον
δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,
αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα
ἀντιάᾳ· τὸν δʼ οὔτι περισπέρχουσά περ αἰνῶς
βλάπτει τρηχὺν ἐόντα, γένυν δʼ ἀνεμώλιον αὔτως
ἐγχρίμπτει, στερεοῖσι δʼ ἐτώσια μαίνετʼ ὀδοῦσιν·
οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης
παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.
τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,
εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν
κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·
ἴσχει δʼ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,
νωλεμές, οὐδʼ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·
ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσʼ ὀδύνῃσι,
πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα
καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,
ἐν δʼ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς
ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς
ὄλλυται αὐτοδάϊκτος, ὑπʼ ἀφραδίῃσι θανοῦσα.
ὡς δʼ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,
λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,
πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης
ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·