Ancient Greek · ~8 min
Book 2, lines 2.398-2.448
Oppian, Ἁλιευτικά 2.398-448
Not analysed yet
καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·
ἀλλʼ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,
ἄλλοτε δʼ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπʼ ἄκραις
ῥήγνυται· αὐτὰρ ὅ γʼ οὔτι βίης μεθίησιν ἄεθλον,
ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.
δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι
δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης
χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας
λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω
μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.
ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ
ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτʼ ἀέξων,
ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,
ἄνδρα παραστείχοντα μετʼ εἰλαπίνην ἐλόχησε·
καί ῥʼ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,
οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη
ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς
εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον
οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντʼ ἐναρίξας
ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·
τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.
οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχʼ ἔασιν
εἰναλίων· μοῦνοι δὲ μετʼ ἰχθύσιν αἰολοφύλοις
ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.
ἄλλοι δʼ ἰοφόροι νεπόδων, στομάτεσσι δʼ ἀεικὴς
ἰὸς ἐνιτρέφεται στυγερός τʼ ἐπὶ δήγμασιν ἕρπει.
τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γʼ ἄτην
κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος
φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι
ἐμπελάαν· εἰ γάρ ποτʼ ἐπιψαύσειε δελέτρου,
οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη
ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες
δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·
εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης
σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
αἵ δʼ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται
καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι
κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει
ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,
χερσὶ δʼ, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δʼ ἐφέπονται
ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπʼ ἔργοις
ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας
πάντοσʼ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.