Ancient Greek · ~8 min
Book 2, lines 2.449-2.494
Oppian, Ἁλιευτικά 2.449-494
Not analysed yet
οἱ δʼ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν
ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις
ἐκπάγλως· αἱ δʼ οὐδὲν ἀναιδείης χαλόωσι,
πρὶν θανέειν ἢ ξουθὸν ἀπʼ ἀνέρος αἷμα πάσασθαι.
τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.
οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ
πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς
ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.
κέντρα δὲ πευκήεντα μετʼ ἰχθύσιν ὡπλίσσαντο
κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε
σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,
πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.
Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα
γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου
φάσγανον, ἀλλʼ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·
τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τʼ ἐρωή.
Τρυγόνι δʼ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς
κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.
οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
ἀλλʼ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,
αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
αὐτῷ δʼ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι
φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
τρυγονίου δʼ οὔπω τι κακώτερον ἔπλετο πῆμα
τρώματος, οὐδʼ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο
χαλκήων, οὐδʼ ὅσσα φερεπτερύγων ἐπʼ ὀϊστῶν
Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·
τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν
ἄτροπον· οὐδʼ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
εἰ γάρ τίς κʼ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,
θαλλοῖς τʼ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
οὐτήσῃ, τόδʼ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·