Ancient Greek · ~8 min
Book 2, lines 2.628-2.675
Oppian, Ἁλιευτικά 2.628-675
Not analysed yet
δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων
ἠγασάμην· τοῖς εὖτʼ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
νοῦσος ἀταρτηρή, τοὺς δʼ οὐ λάθεν, ἀλλʼ ἐδάησαν
τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης
φεύγοντες κούφοισιν ἐπʼ αἰγιαλοῖσιν ἔκελσαν·
ἔνθα δʼ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,
ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
κείμενον αἰδέσσαιτο χυτῇ τʼ ἐπὶ θινὶ καλύψαι,
μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ
βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,
μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,
μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο
δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ
καὶ κράτος, οὐδʼ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.
Κεστρέα δʼ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω
φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·
μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθʼ ὁμόφυλον
οὔτέ τινʼ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·
οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,
οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,
αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·
φέρβονται δʼ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν
ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.
τοὔνεκα καί τινʼ ἔχουσι μετʼ ἰχθύσι τίμιον αἰδῶ·
οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων
σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.
ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.
οἱ δʼ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν
ἔρχονται· τὸ καὶ οὔποτʼ ἐσόψεαι ὑπνώοντας
ἔλλοπας, ἀλλʼ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν
ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ
φέρτερον ἀντιόωντα, χερειότερον δʼ ὀλέκουσι.
μοῦνον δʼ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες
εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον
ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.
οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων
οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ
δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη
μαῖά τʼ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος
ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων
αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα
νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.