Ancient Greek · ~7 min
Book 2, lines 2.582-2.627
Oppian, Ἁλιευτικά 2.582-627
Not analysed yet
αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι
πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ
μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,
πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,
παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δʼ ἐοικὼς
ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,
ἄλλοτε δʼ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δʼ ἅλμης
ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη
ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δʼ ἀλίαστοι
οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,
καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,
αὖτις δʼ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν
ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ
τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδʼ ἀμίῃσιν·
ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.
ὡς δʼ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων
οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα
ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης
ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,
δαίνυσθαι μέλαν αἷμα· τὰ δʼ αὐτίκα γυρωθέντα
κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδʼ ἀνίησιν,
εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα
ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·
ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα
κείνην, ἥν ποτʼ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.
ἀλλʼ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο
δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος
χωομένου· κρυερὴ δʼ ἀμίαις ἀναφαίνεται ἄτη.
αἱ μὲν γὰρ φεύγουσιν, ὁ δʼ ἐξόπιθεν κεραΐζων,
εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντʼ ἀμαθύνει,
δάπτων ἐμμενέως, κατὰ δʼ αἵματι πόντον ἐρεύθει
αἰχμάζων γενύεσσι, παθὼν δʼ ἀπετίσατο λώβην.
ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων
θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι
ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι
σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο
θερμὸν ἔαρ λάπτουσιν· ὁ δʼ αἱμάσσων ὀδύνῃσι,
βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,
ἄλλοτʼ ἐπʼ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·
οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται
ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι
ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,
δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
ἀλλʼ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτινʼ ἔτισαν
ποινήν, ἐκ δʼ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,
θαρσαλέαι δʼ ἀμίαι τάχα κύντερα δηρίσαντο.