Ancient Greek · ~7 min
Book 3, lines 3.1-3.43
Oppian, Ἁλιευτικά 3.1-43
Not analysed yet
νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι
ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίης
δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.
ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.