Ancient Greek · ~7 min
Book 3, lines 3.44-3.87
Oppian, Ἁλιευτικά 3.44-87
Not analysed yet
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·
χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
στέλλεσθαι· πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·
Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
τῶν δʼ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·
μυρία δʼ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.
ἄλλοι δʼ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,
κύρτοις, οἵ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας
εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.