Ancient Greek · ~7 min
Book 3, lines 3.132-3.174
Oppian, Ἁλιευτικά 3.132-174
Not analysed yet
τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·
εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,
ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δʼ ἀνύσωσιν
ἐς πέδον, αὐτίκʼ ἔπειτα κάρη θείνοντες ἐς οὖδας
ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δʼ ἀκωκήν.
ἀλλʼ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν
ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν
ἕσπεσθαι, ψαμάθοισι δʼ ἐπὶ πλατὺ σῶμα βαλόντες
ἀθρόοι ἐμβαρύθουσι, μόγον θʼ ἁλιεῦσιν ἔθηκαν.
πολλάκι δʼ ἐξώλισθον ἀπʼ ἀγκίστροιο λυθέντες.
Λαιψηραὶ δʼ ἀμίαι καὶ ἀλώπεκες εὖτʼ ἂν ἔχωνται,
εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην
ὁρμιὴν ὑπʼ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθʼ ἁλιῆες
καυλὸν ἐπʼ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
πληγῇ ἀνιάζουσα· τιταινομένη δʼ ὀδύνῃσιν
ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
ἱππείης δόνακός τε διέδραμεν ἔς θʼ ἁλιῆος
δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
πολλάκι δʼ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.
σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
ἐντρέφεται· τὰς δʼ εὖτʼ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου
ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
ἰχὼρ ἀχλυόεις, ἀνὰ δʼ ἔτραπε πᾶσαν ὀπωπήν·
αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.
ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς
ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.
τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.