Ancient Greek · ~7 min
Book 3, lines 3.88-3.131
Oppian, Ἁλιευτικά 3.88-131
Not analysed yet
ἄλλοι δʼ οὐτάζουσι τανυγλώχινι τριαίνῃ
ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου
ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.
ἰχθύσι δʼ οὐκ ἄρα μοῦνον ἐπʼ ἀλλήλοισι νόημα
πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς
πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,
ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,
βουλῇ νικήσαντες, ἄχος δʼ ἁλιεῦσι γένοντο.
κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,
ὕψι δʼ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,
ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ
ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·
πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν
ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.
ἢν δʼ ὅ γʼ ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ
ἐς βρόχον, οὐκέτʼ ἔπειτα βιάζεται οὐδʼ ἀνορούει
ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.
ὡς δʼ ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων
πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο
πάντα μάλʼ ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται
ῥέζων· ἀλλʼ ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι
Ἄϊδος, οὐκέτʼ ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς
κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα,
ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·
ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,
κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.
Μύραιναι δʼ ὅτε κέν ποτʼ ἐνιπλήξωσι λίνοισι,
διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,
τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι
πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.
λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας
βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτʼ ἐς εὐνὴν
ἐκλίνθη· καὶ τοὶ μὲν ἐπʼ ἠϊόνας κατάγουσι
δίκτυον ἀσπαλιῆες, ὁ δʼ ἰλύϊ κείμενος αὔτως
ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.
τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτʼ ἂν ἐς ἄγρην
φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.
λάβραξ δʼ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ
ὑψόσʼ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει
αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος
εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.