Ancient Greek · ~8 min
Book 3, lines 3.219-3.264
Oppian, Ἁλιευτικά 3.219-264
Not analysed yet
αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.
ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ
κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει
παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ
τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει
δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται
δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
οὐδʼ ἄλλοι κεεθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες
αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες
ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες
ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.
ὡς δʼ ὁπότʼ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι
μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
οἱ δʼ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς
χεῖλος ἀναπτύσσουσιν, ἅπαν δʼ ἐπὶ δῶμα λέληκεν
ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·
ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο
γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστʼ ἀνὰ κύκλον.
τοὺς δʼ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων
χειρί τʼ ἐπιψαύων χειρός τʼ ἄπο δῶρα τιταίνων
πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτʼ ἄνακτι
πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
ῥίμφα διαΐσσουσιν· ὁ δʼ ἄλλοτε νηὸς ὄπισθεν
ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο
πέμπει δεξιτερήν· τοὺς δʼ ὄψεαι ἠΰτε παῖδας
ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον
τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
ἀλλʼ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,
δή ῥα τόθʼ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ
ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε
ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων
πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθʼ ὕδωρ·