Ancient Greek · ~7 min
Book 3, lines 3.265-3.305
Oppian, Ἁλιευτικά 3.265-305
Not analysed yet
οἱ δʼ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·
τῶν δʼ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κʼ ἐθέλῃσι,
δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·
ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γʼ ἄτην
καρπαλίμως ἥρπαξεν, ὁ δʼ ἔσπασεν ἀμφοτέρῃσι
θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·
λήθει δʼ ἀνθιέων ἄλλον χορόν· ἤν γὰρ ἴδωνται
ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,
οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο
αὖτις ὑποτροπάδην, ἀπὸ δʼ ἔπτυσαν ἐχθήραντες
καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη
ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,
ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·
ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην
αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·
αἰεὶ δʼ, εὖτʼ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.
ἄλλοι δʼ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων
πειθόμενοι μέγαν ἆθλον ἐπʼ ἀνθίῃ ὁπλίζονται,
οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλʼ ἐς ἀκωκὴν
ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου
ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν
ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·
εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
δελφῖνʼ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ
κλίνει τʼ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.
θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλʼ ὅτε δοῦπον
ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,
ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γʼ ἄκρης
ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,
ἦκʼ ἀναδινεύων· οἱ δʼ αὐτίκα πάντες ἕπονται
νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν
σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν
ἀλλήλων· φαίης κεν ἐπʼ ἀνέρα δήϊον ἄνδρα
γούνατʼ ἐλαφρίζειν πεφοβημένον· οἱ δʼ ἄρα νίκης
ἐσθλῆς ἱμείρουσιν· ὁ δʼ ἔξοχον ὅν κεν ἴδηται
ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως
δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα
ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·