Ancient Greek · ~7 min
Book 3, lines 3.398-3.440
Oppian, Ἁλιευτικά 3.398-440
Not analysed yet
καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
φράσσατʼ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας
εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
ἐλθεῖν τʼ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·
ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
ἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,
τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
σάλπαι τʼ ἠδʼ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
οἳ τότʼ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
ἐς μυχὸν ἠΐχθησαν· ὁ δʼ αὐτίκα κύρτον ἀνέλκει
ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
ἀνδράσι τʼ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
ἔξοχα δʼ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
τρίγλης δʼ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
σώμασι δʼ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
πυθομένοις, εὖτʼ ἄν τινʼ ἕλῃ στονόεσσα θάλασσα.
τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·