Ancient Greek · ~7 min
Book 3, lines 3.355-3.397
Oppian, Ἁλιευτικά 3.355-397
Not analysed yet
ἤδη δʼ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
κτησάμενοι, μίμνουσι, κακὴν δʼ εὕροντο καλιήν.
ὡς δʼ ὁπότʼ ὀρφανικοῖο μετʼ ἠιθέοιο μέλαθρον
οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
κλητοί τʼ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,
κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
εὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο
ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
δαιτὸς ἐελδόμενοι· τοὺς δʼ οὐ κίχον, ἀλλʼ ὑπόλισθον
ῥηϊδίως· οἱ δʼ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλʼ ἑτέροισι
πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δʼ ἔνδοθι θυμῷ
δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δʼ ὀδύνῃσιν
ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δʼ ἀΐουσα
πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
μαιομένη· τάχα δʼ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
ὑψόσʼ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δʼ ἐνὶ βόθρῳ
εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
ἀλλὰ φόβου· τῇ δʼ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.