Ancient Greek · ~8 min
Book 4, lines 4.1-4.46
Oppian, Ἁλιευτικά 4.1-46
Not analysed yet
ἄλλους δʼ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης
ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τʼ Ἀφροδίτης
ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.
ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,
αὐτός τʼ, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,
πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε
τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι
Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς
δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι
κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.
Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις
εἰσιδέειν, ἄλγιστε δʼ ὅτε κραδίην ὀροθύνεις,
ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δʼ ὥστε θύελλα
μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,
παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις·
δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδʼ ἐσακοῦσαι
βυσσόθεν οἰμωγὴν σπλάχνοις θʼ ὑπὸ θερμὸν ἔρευθος
φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι
ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι
μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας,
ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας
λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν.
εἴτʼ οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθλῃ,
ἐκ Χάεος δʼ ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῷ
λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς,
πρῶτος δʼ εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ·
εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιν
τίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη,
εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις
μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος.
πάντῃ μὲν κρατέεις, πάντῃ δέ σε καὶ ποθέουσι
καὶ μέγα πεφρίκασιν· ὁ δʼ ὄλβιος, ὅστις ἔρωτα
εὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει·
σοὶ δʼ οὔτʼ οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης
ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδʼ ὅσα βόσκει
ἀὴρ ἀτρύγετος, νεάτης δʼ ὑπὸ κεύθεσι λίμνης
δύνεις, ὁπλίζῃ δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺς
ἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκης
λείπηται, μηδʼ ὅστις ὑπόβρυχα νήχεται ἰχθύς.
Οἵην μὲν φιλότητα μετʼ ἀλλήλοισι ῥύονται
καὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδʼ ἐνὶ μόχθοις
ἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῷ
πολλάκι μὲν πληγέντος ὑπʼ ἀγκίστροιο δαφοινοῦ
ἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν
ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρον
καὶ δόλον ἠμάλθυνε καὶ ἀσπαλιῆ’ ἀκάχησεν.