Ancient Greek · ~7 min
Book 4, lines 4.47-4.92
Oppian, Ἁλιευτικά 4.47-92
Not analysed yet
ἤδη δʼ ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόντα
ἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου·
εὖτε γὰρ ἐς κύρτοιο πέσῃ λόχον αἰόλος ἰχθύς,
αὐτίκʼ ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητος
πειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσε
ἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων·
ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνι
ἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς
ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι.
οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύοντα
ἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδʼ ἐλίποντο
τειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼν
οὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρῳ·
αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν ,ὁ δʼ ἔσπασεν ἄϊδος ἔξω
οὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα.
πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντος
οὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζε
ἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν.
ὡς δʼ ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνην
φῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνη
κέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι,
οἱ δʼ ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις
πλαζόμενοι, χεῖράς τε μετʼ ἀλλήλοισιν ἔχουσιν,
ἑλκόμενοί θʼ ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·
ὣς οἵ γʼ ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι
ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατʼ ὄλεθρον
δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος
ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.
τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,
τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι
μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.
θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο
χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·
ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,
δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.
μηρίνθου δʼ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν
δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·
καί ῥʼ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν
ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.
τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει
ἐγγύθεν· οἱ δʼ ὁρόωντες ἀολλέες ἰθὺς ἴενται
κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται
ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,
οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δʼ ἐλάτῃσι
νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δʼ ἐφέπονται
ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετʼ ἀρωγή.