Ancient Greek · ~8 min
Book 4, lines 4.233-4.278
Oppian, Ἁλιευτικά 4.233-278
Not analysed yet
νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων,
ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις·
οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μίʼ εὐνή,
ἀλλὰ μάλʼ ἐν τόσσῃσιν ἀγάλλεο μοῦνος ἀκοίτης
εὐναῖς· ἀλλʼ ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος,
νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή.
τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων.
κίχλαι δʼ, εὖτε θάνῃ φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαι
πλάζονται θαλάμων, ξυνὸν δʼ ἕλον ἀνέρι πότμον.
καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ
ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν
κεντροφόρων· λευκὸς μὲν ἐπʼ ἀγκίστρῳ πεπέδηται
ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς
ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,
ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην
ἀντιάσας· ὁ μὲν αὐτίκʼ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι
φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,
ὄφρʼ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.
δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,
τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων
αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·
οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχʼ ἑταῖρον
ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δʼ ἐθέλουσιν ὀλέσθαι.
οἷον δʼ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο
τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες
τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·
δρυπτόμενοι δʼ ὀδύνῃσι τέκος περικωκύοντες
ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα
νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·
ὣς οἵ γʼ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,
εἰσόκεν αὐτὸν ὄλεθρον ὑπʼ ἀγρευτῆρσιν ὄλωνται.
ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης
εἷλεν ἔρως, χερσαῖον ἐπʼ ἰχθύσιν οἶστρον ἐγείρων
ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει
πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.
ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν
ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα
ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι
ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.
ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,
γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,
κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτʼ ἐπʼ ἴχνος
Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστʼ ἐν ὄρεσσι
θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων
ῥινὸς ὑπʼ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα
μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δʼ ἐπέλασσεν ἄνακτα·