Ancient Greek
Book 4, lines 4.190-4.232
Oppian, Ἁλιευτικά 4.190-232
Not analysed yet
νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων
τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλʼ ὅτε κίχλαι
ὃν τόκον ὠδίνωσιν, ὃ δʼ ἄσχετα τῆμος ἀΐσσει
ἀμφιπεριτρομέων, ἐπὶ δʼ ἔρχεται ἄλλοτε ἄλλην
εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς
ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει
μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς
πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·
αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης
κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται
εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,
εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·
ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.
τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι
Ἀσσυρίους, οἳ Τίγριν ὑπέρ πόρον ἄστε’ ἔχουσι,
Βάκτρων τʼ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·
καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες
κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι
νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ
ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δʼ ὀλέκονται,
αἰὲν ἐπʼ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.
ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος
ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν
οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·
λύσσῃ δʼ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν
ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετʼ ὄλεθρος.
ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ
δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.
εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα
ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,
ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα
καρῖδα ζώουσαν, ἐπʼ ἀγκίστροιο δʼ ὕπερθε
βριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρῃ
πρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δʼ αὐτῶν
δινεύει θαλάμων· ὁ δʼ ἐσέδρακεν, αἶψα δʼ ὀρινθεὶς
ὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνειν
ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδʼ ἀλόχοισιν·
αἶψα δʼ ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσι
τίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδʼ ἐνόησεν
ὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας
χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσιν
εἴρυσέ τʼ ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα,
καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι·