Ancient Greek · ~8 min
Book 4, lines 4.372-4.418
Oppian, Ἁλιευτικά 4.372-418
Not analysed yet
εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης
λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.
ἄλλος δʼ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ
ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·
πολλαῖς δʼ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ
νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετʼ ἀκοίτης,
πέτρας δʼ εἰσελάει θῆλυν στόλον· ἔνθʼ ἁλιῆες
κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·
τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν,
μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου
πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.
τοὺς δʼ οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας
μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατʼ Ἐνυώ.
ἀλλʼ ὅτʼ ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην
παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δʼ ἴδε κύρτον
κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,
ἔνθʼ ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα
κύρτον ἔσω δύνουσιν, ὁ δʼ ἔκτοθι πάντας ἐρύκει
ἄρσενας, οὐδέ τινʼ ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι.
ἀλλʼ ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς
ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.
ὡς δʼ ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων
εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις
ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν
πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,
πώεσι δʼ εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ
στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·
ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο
θηλύτεραι κατέδυσαν, ὁ δʼ ὕστερος ἔνθορʼ ἀκοίτης,
δειλαίῃς ἅμα δειλὸς ἐπισπεύδων ἀλόχοισι.
τοῖα μὲν ἐν νεπόδεσσιν ἔρως ἐστήσατʼ ἄεθλα,
τοίαις δʼ ἐξαπάτῃσιν ἐρωμανέεσσιν ὄλοντο.
Ἵππουροι δʼ ὅτε κέν τι μετʼ οἴδμασιν ἀθρήσωσι
πλαζόμενον, τῷ πάντες ἀολλέες ἐγγὺς ἕπονται·
ἔξοχα δʼ, ὁππότε νῆα διαραισθεῖσαν ἀέλλαις,
αἰνὰ Ποσειδάωνος ἀμειλίκτοιο τυχοῦσαν,
δασσάμενον μέγα κῦμα διακριδὸν ἄλλοθεν ἄλλα
δοῦρα φέρῃ λώβῃσι πολυσχιδέεσσι λυθέντα.
τῆμος δʼ ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαις
ἑσπόμεναι μεθέπουσιν· ὁ δʼ ἐγκύρσας ἁλιήων
πολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδʼ ἀμέγαρτον.
ἀλλὰ τὸ μὲν ναύτῃσιν ἀλεξήσειε Κρονίων
ἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν
αὔραις εὐκήλοισιν ἀπήμονες ἠδʼ ἀτίνακτοι,
φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν,
ἱππούροις δʼ ἀλλοῖα νοήματα τεχνήσασθαι
ἐστίν, ἀπημοσύνῃ δὲ νεῶν μεταβαινέμεν ἄγρην.