Ancient Greek · ~7 min
Book 4, lines 4.419-4.465
Oppian, Ἁλιευτικά 4.419-465
Not analysed yet
Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες
δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησαν
βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθʼ ὕδωρ
ἀτρέμα δινεύουσι· φιλόσκια δʼ αὐτίκα φῦλα
ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα
τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·
τοῖς δὲ τότʼ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην
εἰς ἄγρην, ἄγκιστρα δʼ ὑπʼ εἴδασιν ὁπλίσσαντες
πέμπουσʼ, οἱ δʼ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.
ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει
δινεύων μέσσοισιν ἑλώρια, τοὶ δʼ ἐπὶ γαστρὶ
ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ
ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν
ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δʼ ἀναφαίνετʼ ὀδόντων·
ὣς οἵ γʼ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.
ῥηϊδίως δʼ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπʼ ἄλλῳ
κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσʼ ἁλιήων
μᾶλλον, ὑπʼ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.
Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·
καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.
Τευθίσι δʼ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,
ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν
ἄγκιστρʼ ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα
ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ
δήγματʼ ἐπικρύπτων, γλαυκοῖς δʼ ἐνὶ βένθεσι λίμνης
τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δʼ ἐσιδοῦσα
τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει
ἰκμαλέοις θυσάνοις, ἐπάγη δʼ ἐνὶ χείλεσι χαλκοῦ·
οὐδʼ ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατʼ, ἀλλʼ ἀέκουσα
ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.
καὶ μέν τις λιμένεσσι παρʼ ἀκλύστοισι θαλάσσης
ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.
ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθʼ ὕδωρ
ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν·
ἡ δʼ ἐσιδοῦσʼ ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν
ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ
ἔγκατον ἐμπνείων· τὸ δʼ ἀνίσταται ἄσθματι λάβρῳ
οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς
ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα
ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,
εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα
ὑψόσʼ ἀναπλώσῃ καὶ ὑπʼ ἀγρευτῆρι γένηται.
ὡς δʼ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος
αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,
ἄσθματι δʼ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων
χείεσιν ἀκροτάτοις, τὸ δʼ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ·