Ancient Greek · ~7 min
Book 5, lines 5.135-5.181
Oppian, Ἁλιευτικά 5.135-181
Not analysed yet
ἄγκιστρον δʼ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται
γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,
οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,
τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.
δινωτὴ δʼ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων
λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·
δεσμῷ δʼ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται
πυκνὰ παρʼ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι
φοιταλέας, μηδʼ ἰθὺς ἀπορρήξειε σίδηρον
αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,
ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.
δαῖτα δʼ ἐπʼ ἀγκίστρῳ δυστερπέα πορσύνουσι
ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν
ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.
πολλαὶ δʼ ἀγρευτῆρσιν ὁμόστολοι ὥστʼ ἐς Ἄρηα
θήγονται κρατεραί τʼ ἀκίδες στιβαραί τε τρίαιναι,
ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα
ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,
στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν
ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.
ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ,
δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ
πῆμα δόλου προὔθηκαν· ὁ δʼ ὡς ἴδε δαῖτα βαρεῖαν,
ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·
μάρψε δʼ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δʼ εἴσω
ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,
ἐν δʼ ἐπάγη γλωχῖσιν· ὁ δʼ ἕλκεϊ θυμὸν ὀρινθεὶς
πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,
χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·
ἀλλʼ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι
δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·
τῷ δὲ τάχʼ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν
ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν
ὅσσον τʼ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν
ἑλκύσει ποτὶ βυσσόν, ὅθʼ ὁρμήσειε φέρεσθαι.
οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς
πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ
δυομένῳ πέμπουσιν· ὁ δʼ ὀχθίζων ὀδύνῃσι
ῥινῶν οὐκ ἀλέγει, κατὰ δʼ ἔσπασεν οὐκ ἐθέλοντας
ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.