Ancient Greek · ~7 min
Book 5, lines 5.89-5.134
Oppian, Ἁλιευτικά 5.89-134
Not analysed yet
πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·
ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης
ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.
ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα
ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.
ὥς οὔτʼ ἠνορίης οὔτʼ εἴδεος ἔπλετʼ ὄνειαρ
τόσσον, ὅσον πραπίδων· ἀλκὴ δʼ ἀνεμώλιος ἄφρων·
καί τε μέγα βριάοντα κατέσβεσεν ἠδʼ ἐσάωσε
βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον
ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.
τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα
κεῖνον, ὑπʼ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·
οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο
κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετʼ ὄλεθρος.
οὐ γὰρ ἔτʼ οὔθʼ ἅλμης ἰοειδέος οἶδε κέλευθα
ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
ἀλλʼ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,
πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι
γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν
ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.
πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
πλαζόμενον· τοίη οἱ ἐπʼ ὄμμασι πέπταται ἀχλύς.
δή ῥα τότʼ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης
ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι
κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.
ὡς δʼ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,
εὕδοντας δʼ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,
Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δʼ ἐδάμασσεν·
ἔνθεν ἔπειτʼ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπʼ αὐτὴν
θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·
ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν
ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος·
τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται
ἄχθος ὅσον μέγεθός τε· τὰ δʼ ἔπλετο σήματα γυίων·
εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις
βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον
ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ
ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος
ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.
τοῖσιν δʼ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα
θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,
ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης
οὔτʼ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·